Τίκτει δέ τε θνατοῖσιν εἰρήνα μεγάλα
πλοῦτον μελιγλώσσων τ' ἀοιδᾶν ἄνθεα,
δαιδαλέων τ' επί βωμῶν θεοῖσιν αἵθεσθαι βοῶν
ξανθᾷ φλογί μῆρα τανυτρίχων τε μήλων
γυμνασίων τε νέοις αὐλῶν τε καὶ κώμων μέλειν.
ἐν δὲ σιδαροδέτοις πόρπαξιν αἰθᾶν
ἀραχνᾶν ἱστοί πέλονται·
ἔγχεά τε λογχωτὰ ξίφεα τ'ἀμφάκεα δάμναται εὐρώς.
χαλκεᾶν δ'οὐκ ἔστι σαλπίγγων κτύπος,
οὐδὲ συλᾶται μελίφρων ὕπνος ἀπὸ βλεφάρων,
ἀῷος ὅς θάλπει κέαρ.
συμποσίων δ' ἐρατῶν βρίθοντ' ἀγυιαί, παιδικοί θ' ὕμνοι φλέγονται.

×