Language   

Εἰρήνη, Χορός Α', 301-345 [La Pace, Coro I, 301-345 / Peace, Chorus I, 301-345]

Aristofane / Ἀριστοφάνης
Language: Greek (Ancient) (Attico / Attic)


Aristofane / Ἀριστοφάνης



Χορός

δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν:
ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
[305] πρὸς τάδ᾽ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει:
οὐ γὰρ ἔσθ᾽ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.

Τρυγαῖος

οὐ σιωπήσεσθ᾽, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
[310] τὸν Πόλεμον ἐκζωπυρήσετ᾽ ἔνδοθεν κεκραγότες;

Χορός

ἀλλ᾽ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί᾽ ἡμερῶν τριῶν.

Τρυγαῖος

εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκ᾽ ἐνθάδ᾽ ἦν,
[315] ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ 'ξελκύσαι.

Χορός

οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.

Τρυγαῖος

ἐξολεῖτέ μ᾽ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε:
ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.

Χορός

[320] ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ᾽ ἄν.

Τρυγαῖος

τί τὸ κακόν; τί πάσχετ᾽ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.

Χορός

ἀλλ᾽ ἔγωγ᾽ οὐ σχηματίζειν βούλομ᾽, ἀλλ᾽ ὑφ᾽ ἡδονῆς
[325] οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.

Τρυγαῖος

μή τι καὶ νυνί γ᾽ ἔτ᾽, ἀλλὰ παῦε παῦ᾽ ὀρχούμενος.

Χορός

ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.

Τρυγαῖος
φῄς γε, παύει δ᾽ οὐδέπω.

Χορός

ἓν μὲν οὖν τουτί μ᾽ ἔασον ἑλκύσαι, καὶ μηκέτι.

Τρυγαῖος

τοῦτό νυν, καὶ μηκέτ᾽ ἄλλο μηδὲν ὀρχήσησθ᾽ ἔτι.

Χορός

[330] οὐκ ἂν ὀρχησαίμεθ᾽, εἴπερ ὠφελήσαιμέν τί σε.

Τρυγαῖος

ἀλλ᾽ ὁρᾶτ᾽ οὔπω πέπαυσθε.

Χορός

τουτογὶ νὴ τὸν Δία
τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.

Τρυγαῖος

ἐπιδίδωμι τοῦτό γ᾽ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.

Χορός

ἀλλὰ καὶ τἀριστερόν τοί μ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον.
[335] ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.

Τρυγαῖος

μή τι καὶ νυνί γε χαίρετ᾽: οὐ γὰρ ἴστε πω σαφῶς:
ἀλλ᾽ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε

Τρυγαῖος

καὶ βοᾶτε καὶ γελᾶτ᾽: ἤδη
[340] γὰρ ἐξέσται τόθ᾽ ὑμῖν
πλεῖν μένειν βινεῖν καθεύδειν,
ἐς πανηγύρεις θεωρεῖν,
ἑστιᾶσθαι κοτταβίζειν,
†συβαρίζειν†
[345] ἰοῦ ἰοῦ κεκραγέναι.



Main Page

Please report any error in lyrics or commentaries to antiwarsongs@gmail.com

Note for non-Italian users: Sorry, though the interface of this website is translated into English, most commentaries and biographies are in Italian and/or in other languages like French, German, Spanish, Russian etc.




hosted by inventati.org