Language   

῀Ω γλυκύ μου ἔαρ (Αἱ γενεαὶ πᾶσαι)

Anonymous
Language: Greek (Ancient)



Primo testo:

Αἱ γενεαὶ πᾶσαι

ὔμνον τῇ ταφῇ σου

προσφέρουσι, Χριστέ μου.

Καθελὼν τοῦ ξύλου

ὁ Ἀριμαθαίας

ἐν τάφῳ σὲ κηδεύει.

[Μυροφόροι ἦλθον

μύρα σοί, Χριστέ μου,

κομίζουσαι προφρόνως.]

Οὒς ἔθρεψε τὸ μάννα,

ἐκίνησαν τὴν πτέρναν

κατὰ τοῦ εὐεργέτου.

῀Ω τῆς παραφροσύνης
καὶ τῆς χριστοκτονίας

τῆς τῶν προφητοκτόνων!

[Ὥς ἄφρων ὑπηρέτης

προδέδωκεν ὁ μύστης

τὴν ἄβυσσον σοφίας.
]
῀Ω γλυκύ μου ἔαρ,
γλυκύτατόν μου τέκνον,

ποῦ ἔδυ σοῦ τὸ κάλλος;

[Πεπλάνηται ὁ πλάνος,

ὁ πλανηθεὶς λυτρούται

σοφίᾳ σῃ, Θεέ μου.

Φρίττουσιν οἱ νόες

τὴν ξένην καὶ φρικτήν σου

ταφὴν τοῦ πάντων κτίστου.

Ἒῤῥαναν τὸν τάφον

αἱ μυροφόροι μύρα

λίαν πρωὶ ἐλθούσαι.

Εἰρήνην Ἐκκλησία,

λαῷ σου σωτηρίαν

δώρησαι σῃ ἐγέρσει.]

Αἱ γενεαὶ νῦν πᾶσαι,

ὔμνον τῇ ταφῇ σου

προσφέρουσι, Χριστέ μου.

Secondo testo:

Αἱ γενεαὶ πᾶσαι, ὔμνον τῇ ταφῇ Σου προσφέρουσι, Χριστέ μου.

Καθελὼν τοῦ ξύλου
 ὁ Ἀριμαθαίας
 ἐν τάφῳ Σὲ κηδεύει.

Μυροφόροι ἦλθον
 μύρα Σοί, Χριστέ μου,
 κομίζουσαι προφρόνως.

Δεὖρο πᾶσα κτίσις, ὔμνους ἐξοδίους, προσοΐωμεν τῷ Κτίστῃ.
Οὒς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν
 κατὰ τοῦ εὐεργέτου.

Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμῳ, νεκροπρεπῶς τὸν Κτίστην.

῀Ω γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον,
 ποῦ ἔδυ σοῦ τὸ κάλλος;

Ὑιὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Ἒῤῥαναν τὸν τάφον αἱ Μυροφόροι μύρα
, λίαν πρωὶ ἐλθούσαι.

῀Ω Τριὰς Θεέ μου, Πατὴρ Υιὸς καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον.
Ἱδεῖν τὴν τοῦ Ὑιοῦ σου, Ἀνάστασιν, Παρθένε, ἀξίωσον σοὺς δούλους.


Main Page

Please report any error in lyrics or commentaries to antiwarsongs@gmail.com

Note for non-Italian users: Sorry, though the interface of this website is translated into English, most commentaries and biographies are in Italian and/or in other languages like French, German, Spanish, Russian etc.




hosted by inventati.org